Ancient Greek · ~5 min
Section 20
Plutarch, Περὶ παίδων ἀγωγῆς 20
Not analysed yet
βραχέα δὲ προσθεὶς ἔτι περιγράψω τὰς ὑποθήκας. πρὸ πάντων γὰρ δεῖ τοὺς πατέρας τῷ μηδὲν ἁμαρτάνειν ἀλλὰ πάνθʼ ἃ δεῖ πράττειν ἐναργὲς αὑτοὺς παράδειγμα τοῖς τέκνοις παρέχειν, ἵνα πρὸς τὸν τούτων βίον ὥσπερ κάτοπτρον ἀποβλέποντες ἀποτρέπωνται τῶν αἰσχρῶν ἔργων καὶ λόγων. ὡς οἵτινες τοῖς ἁμαρτάνουσιν υἱοῖς ἐπιτιμῶντες τοῖς αὐτοῖς ἁμαρτήμασι περιπίπτουσιν, ἐπὶ τῷ ἐκείνων ὀνόματι λανθάνουσιν ἑαυτῶν κατήγοροι γιγνόμενοι τὸ δʼ ὅλον φαύλως ζῶντες οὐδὲ τοῖς δούλοις παρρησίαν ἄγουσιν ἐπιτιμᾶν, μὴ τί γε τοῖς υἱοῖς. χωρὶς δὲ τούτων γένοιντʼ ἂν αὐτοῖς τῶν ἀδικημάτων σύμβουλοι καὶ διδάσκαλοι. ὅπου γὰρ γέροντές εἰσιν ἀναίσχυντοι, ἐνταῦθʼ ἀνάγκη καὶ νέους ἀναιδεστάτους εἶναι. πειρατέον οὖν εἰς τὸν τῶν τέκνων σωφρονισμὸν πάνθʼ ὅσα προσῆκεν ἐπιτηδεύειν, ζηλώσαντας Εὐρυδίκην, ἥτις Ἰλλυρὶς οὖσα καὶ τριβάρβαρος, ὅμως ἐπὶ τῇ μαθήσει τῶν τέκνων ὀψὲ τῆς ἡλικίας ἥψατο παιδείας. ἱκανῶς δʼ αὐτῆς τὴν φιλοτεκνίαν σημαίνει τοὐπίγραμμα, ὅπερ ἀνέθηκε Μούσαις Εὐρυδίκη Ἱεραπολιῆτις τόνδʼ ἀνέθηκε Μούσαις εὔιστον ψυχῇ ἑλοῦσα πόθον. γράμματα γὰρ μνημεῖα λόγων μήτηρ γεγαυῖα παίδων ἡβώντων ἐξεπόνησε μαθεῖν. τὸ μὲν οὖν πάσας τὰς προειρημένας συμπεριλαβεῖν εὐχῆς ἴσως ἢ παραινέσεως ἔργον ἐστί· τὸ δὲ τὰς πλείους ζηλῶσαι καὶ αὐτὸ μὲν εὐμοιρίας δεόμενόν ἐστι καὶ πολλῆς ἐπιμελείας, ἀνυστὸν δʼ οὖν ἀνθρωπίνῃ φύσει καθέστηκεν.