Ancient Greek
Section 23
Plutarch, Περὶ τοῦ πρώτως ψυχροῦ 23
Not analysed yet
ταῦτʼ, ὦ Φαβωρῖνε, τοῖς εἰρημένοις ὑφʼ ἑτέρων παράβαλλε· κἂν μήτε λείπηται τῇ πιθανότητι μήτε ὑπερέχῃ πολύ, χαίρειν ἔα τὰς δόξας, τὸ ἐπέχειν ἐν τοῖς ἀδήλοις τοῦ συγκατατίθεσθαι φιλοσοφώτερον ἡγούμενος.