Ancient Greek
Section 13
Plutarch, Περὶ τοῦ μὴ χρᾶν ἔμμετρα νῦν τὴν Πυθίαν 13
Not analysed yet
ἐκ τούτου τοὺς περιηγητὰς; ὁ Σαραπίων ἤρετο τί δὴ τὸν οἶκον οὐ Κυψέλου τοῦ ἀναθέντος ἀλλὰ Κορινθίων ὀνομάζουσιν. ἀπορίᾳ δʼ αἰτίας ἐμοὶ γοῦν δοκεῖ σιωπώντων ἐκείνων, ἐπιγελάσας ἐγὼ τί δʼ εἶπον ἔτι τούτους οἰόμεθα γιγνώσκειν ἢ μνημονεύειν ἐκπεπληγμένους παντάπασιν, ἡμῶν μετεωρολεσχούντων; ἐπεὶ πρότερὸν γʼ αὐτῶν ἠκούομεν λεγόντων, ὅτι τῆς τυραννίδος καταλυθείσης ἐβούλοντο Κορίνθιοι καὶ τὸν ἐν Πίσῃ χρυσοῦν ἀνδριάντα καὶ τὸν ἐνταῦθα τουτονὶ θησαυρὸν ἐπιγράψαι τῆς πόλεως. Δελφοὶ μὲν οὖν ἔδοσαν ὡς δίκαιον, καὶ συνεχώρησαν, Ἠλείους δὲ φθονήσαντας ἐψηφίσαντο μὴ μετέχειν Ἰσθμίων ὅθεν οὐδεὶς ἐξ ἐκείνου γέγονεν Ἰσθμίων ἀγωνιστὴς Ἠλεῖος. ὁ δὲ Μολιονιδῶν φόνος ὑφʼ Ἡρακλέους περὶ Κλεωνὰς οὐδέν ἐστι, μεταίτιος, ὡς ἔνιοι νομίζουσιν, Ἠλείοις τοῦ εἴργεσθαι· τοὐναντίον γὰρ ἦν αὐτοῖς προσῆκον εἴργειν, εἰ διὰ τοῦτο Κορινθίοις προσεκεκρούκεσαν. ἐγὼ μὲν οὖν ταῦτʼ εἶπον.