Ancient Greek · ~8 min
Section 22
Plutarch, Περὶ τοῦ μὴ χρᾶν ἔμμετρα νῦν τὴν Πυθίαν 22
Not analysed yet
μαρτυρεῖ δέ μοι καὶ Ὅμηρος, αἰτίας μὲν ἄνευ θεοῦ οὐδὲν ὡς ἔπος εἰπεῖν ὑποτιθέμενος περαινόμενον, οὐ μὴν πᾶσι πρὸς πάντα χρώμενον ποιῶν τὸν θεόν, ἀλλʼ ἑκάστῳ καθʼ ἣν ἔχει τέχνην ἢ δύναμιν. ἢ γὰρ οὐχ ὁρᾷς, εἶπεν, ὦ; φίλε Διογενιανέ, τὴν Ἀθηνᾶν, ὅτε πεῖσαι βούλεται τοὺς Ἀχαιούς, τὸν Ὀδυσσέα παρακαλοῦσαν, ὅτε συγχέαι τὰ ὅρκια, τὸν Πάνδαρον ζητοῦσαν, ὅτε τρέψασθαι τοὺς Τρῶας, ἐπὶ τὸν Διομήδην βαδίζουσαν; ὁ μὲν γὰρ εὔρωστος καὶ μάχιμος ὁ δὲ τοξικὸς καὶ ἀνόητος ὁ δὲ δεινὸς εἰπεῖν καὶ φρόνιμος. οὐ γὰρ εἶχεν Ὅμηρος τὴν αὐτὴν Πινδάρῳ διάνοιαν, εἴ γε Πίνδαρος ἦν ὁ ποιήσας θεοῦ θέλοντος, κἂν ἐπὶ ῥιπὸς; πλέοις· ἀλλʼ ἐγίγνωσκεν ἄλλας πρὸς ἄλλα δυνάμεις καὶ φύσεις γεγενημένας, ὧν ἑκάστη κινεῖται διαφόρως, κἂν ἓν ᾖ τὸ κινοῦν ἁπάσας. ὥσπερ οὖν τὸ κινοῦν τὸ πεζὸν οὐ δύναται κινῆσαι πτητικῶς, οὐδὲ τορῶς τὸ τραυλὸν οὐδʼ εὐφώνως τὸ ἰσχνόφωνον ἀλλὰ καὶ τὸν Βάττον, οἶμαι, διὰ τοῦτʼ ἐπὶ τὴν φωνὴν παραγενόμενον εἰς Λιβύην ἔπεμψεν οἰκιστήν, ὅτι τραυλὸς μὲν ἦν καὶ ἰσχνόφωνος βασιλικὸς δὲ καὶ πολιτικὸς καὶ φρόνιμος· οὕτως ἀδύνατον διαλέγεσθαι ποιητικῶς τὸν ἀγράμματον καὶ ἀνήκοον ἐπῶν. ὥσπερ ἡ νῦν τῷ θεῷ λατρεύουσα γέγονε μὲν εἴ τις ἄλλος ἐνταῦθα νομίμως καὶ καλῶς καὶ βεβίωκεν εὐτάκτως· τραφεῖσα δʼ ἐν οἰκίᾳ γεωργῶν πενήτων, οὔτʼ ἀπὸ τέχνης οὐδὲν οὔτʼ ἀπʼ ἄλλης τινὸς ἐμπειρίας καὶ δυνάμεως ἐπιφερομένη κάτεισιν εἰς τὸ χρηστήριον, ἀλλʼ ὥσπερ ὁ Ξενοφῶν οἴεται δεῖν ἐλάχιστα τὴν νύμφην ἰδοῦσαν ἐλάχιστα δʼ ἀκούσασαν εἰς ἀνδρὸς βαδίζειν, οὕτως ἄπειρος καὶ ἀδαὴς ὀλίγου δεῖν ἁπάντων καὶ παρθένος ὡς ἀληθῶς τὴν ψυχὴν τῷ θεῷ σύνεστιν. ἀλλʼ ἡμεῖς ἐρωδιοῖς οἰόμεθα καὶ τροχίλοις καὶ κόραξι χρῆσθαι φθεγγομένοις σημαίνοντα τὸν θεόν, καὶ οὐκ ἀξιοῦμεν, ᾗ θεῶν ἄγγελοι καὶ κήρυκές εἰσι, λογικῶς ἕκαστα καὶ σαφῶς φράζειν τὴν δὲ τῆς Πυθίας φωνὴν καὶ διάλεκτον ὥσπερ ἐκ θυμέλης, οὐκ ἀνήδυντον οὐδὲ λιτὴν ἀλλʼ ἐν μέτρῳ καὶ ὄγκῳ καὶ πλάσματι καὶ μεταφοραῖς ὀνομάτων καὶ μετʼ αὐλοῦ φθεγγομένην παρέχειν ἀξιοῦμεν.