Ancient Greek
Section 7
Plutarch, Περὶ τοῦ μὴ χρᾶν ἔμμετρα νῦν τὴν Πυθίαν 7
Not analysed yet
εἰπόντος δὲ ταῦτα τοῦ Σαραπίωνος, ὁ Θέων μειδιάσας ὁ Σαραπίων μέν εἶπε τὸεἰωθὸς ἀποδέδωκε τῷ τρόπῳ, λόγου περὶ Ἄτης καὶ ἡδονῆς παραπεσόντος ἀπολαύσας ἡμεῖς δʼ ὦ Βόηθε, κἂν ᾖ φαυλότερα τῶν Ὁμήρου ταῦτα τὰ ἔπη, μὴ νομίζωμεν αὐτὰ πεποιηκέναι τὸν θεόν, ἀλλʼ ἐκείνου τὴν ἀρχὴν τῆς κινήσεως ἐνδιδόντος, ὡς ἑκάστη πέφυκε κινεῖσθαι τῶν προφητίδων. καὶ γὰρ εἰ γράφειν ἔδει μὴ λέγειν τοὺς· χρησμούς, οὐκ ἂν οἶμαι τοῦ θεοῦ τὰ γράμματα νομίζοντες ἐψέγομεν, ὅτι λείπεται καλλιγραφίᾳ τῶν βασιλικῶν. οὐ γὰρ ἔστι θεοῦ ἡ γῆρυς οὐδʼ ὁ φθόγγος οὐδʼ ἡ λέξις οὐδὲ τὸ μέτρον ἀλλὰ τῆς γυναικός· ἐκεῖνος δὲ μόνας τὰς φαντασίας παρίστησι καὶ φῶς ἐν τῇ ψυχῇ ποιεῖ πρὸς τὸ μέλλον· ὁ γὰρ ἐνθουσιασμὸς; τοιοῦτόν ἐστι. καθόλου δʼ εἰπεῖν, ὑμᾶς τοὺς τοῦ Ἐπικούρου προφήτας (δῆλος γὰρ εἶ καὶ αὐτὸς ὑποφερόμενος) οὐκ ἔστι διαφυγεῖν, ἀλλὰ κἀκείνας αἰτιᾶσθε τὰς πάλαι προφήτιδας ὡς φαύλοις ποιήμασι χρωμένας, καὶ τὰς νῦν καταλογάδην καὶ διὰ τῶν · ἐπιτυχόντων ὀνομάτων τοὺς χρησμοὺς λεγούσας, ὅπως ὑμῖν ἀκεφάλων καὶ λαγαρῶν μέτρων καὶ μειούρων εὐθύνας μὴ ὑπέχωσι. καὶ ὁ Διογενιανός μὴ παῖζʼ εἶπεν ὦ πρὸς θεῶν, ἀλλὰ διάλυσον ἡμῖν ταύτην τὴν ἀπορίαν κοινὴν οὖσαν. οὐδεὶς γὰρ ἔστιν Ἑλλήνων, ὃς οὐκ αἰτίαν ἐπιζητεῖ καὶ λόγον, πῶς πέπαυται τὸ μαντεῖον ἔπεσι καὶ λόγοις χρώμενον. ὑπολαβὼν οὖν ὁ Θέων ἀλλὰ καὶ νῦν εἶπεν ὦ παῖ, δοκοῦμεν ἐπηρείᾳ τινὶ τοὺς περιηγητὰς ἀφαιρεῖσθαι τὸ οἰκεῖον ἔργον. ἔασον οὖν γενέσθαι τὸ τούτων πρότερον, εἶτα περὶ ὧν βούλει καθʼ ἡσυχίαν διαπορήσεις