Ancient Greek · ~3 min
Section 11
Plutarch, Περὶ τοῦ ἀκούειν 11
Not analysed yet
εὖ μάλα δὲ χρὴ καὶ πρὸς τὴν τοῦ λέγοντος ἐμπειρίαν ἢ φυσικὴν δύναμιν ἡρμοσμένον, ἐν οἷς αὐτὸς ἑαυτοῦ κράτιστός ἐστι, ποιεῖσθαι τὰς ἐρωτήσεις ,καὶ μὴ παραβιάζεσθαι τὸν μὲν ἠθικώτερον φιλοσοφοῦντα φυσικὰς ἐπάγοντα καὶ μαθηματικὰς ἀπορίας, τὸν δὲ τοῖς φυσικοῖς σεμνυνόμενον εἰς συνημμένων ἐπικρίσεις ἕλκοντα καὶ ψευδομένων λύσεις. ὡς γὰρ ὁ τῇ κλειδὶ τὰ ξύλα σχίζειν τῇ δʼ ἀξίνῃ τὴν θύραν ἀνοίγειν πειρώμενος οὐκ ἐκεῖνα δόξειεν ἂν ἐπηρεάζειν, ἀλλʼ αὑτὸν ἀποστερεῖν τῆς ἑκατέρου χρείας καὶ δυνάμεως, οὕτως οἱ παρὰ τοῦ λέγοντος ὃ μὴ πέφυκε μηδʼ ἤσκηκεν αἰτοῦντες, ὃ δʼ ἔχει καὶ δίδωσι μὴ δρεπόμενοι μηδὲ λαμβάνοντες, οὐ τοῦτο βλάπτονται μόνον ἀλλὰ καὶ κακοήθειαν καὶ δυσμένειαν προσοφλισκάνουσι.