Ancient Greek · ~6 min
Section 8
Plutarch, Περὶ τοῦ ἀκούειν 8
Not analysed yet
διὸ δεῖ τὸ πολὺ καὶ κενὸν ἀφαιροῦντα τῆς λέξεως αὐτὸν διώκειν τὸν καρπὸν καὶ μιμεῖσθαι μὴ τὰς στεφανηπλόκους ἀλλὰ τὰς μελίσσας. αἱ μὲν γὰρ ἐπιοῦσαι τὰ ἀνθηρὰ καὶ εὐώδη τῶν φύλλων συνείρουσι καὶ διαπλέκουσιν ἡδὺ μὲν ἐφήμερον δὲ καὶ ἄκαρπον ἔργον· αἱ δὲ πολλάκις ἴων καὶ ῥόδων καὶ ὑακίνθων διαπετόμεναι λειμῶνας ἐπὶ τὸν τραχύτατον καὶ δριμύτατον θύμον καταίρουσι καὶ τούτῳ προσκάθηνται ξανθὸν μέλι μηδόμεναι, καὶ λαβοῦσαί τι τῶν χρησίμων ἀποπέτονται πρὸς τὸ οἰκεῖον ἔργον. οὕτως οὖν δεῖ τὸν φιλότεχνον καὶ καθαρὸν ἀκροατὴν τὰ μὲν ἀνθηρὰ καὶ τρυφερὰ τῶν ὀνομάτων καὶ τῶν πραγμάτων τὰ δραματικὰ καὶ πανηγυρικὰ κηφήνων βοτάνην σοφιστιώντων ἡγούμενον ἐᾶν, αὐτὸν δὲ τῇ προσοχῇ καταδυόμενον εἰς τὸν νοῦν τοῦ λόγου καὶ τὴν διάθεσιν τοῦ λέγοντος ἕλκειν ἀπʼ αὐτῆς τὸ χρήσιμον καὶ ὠφέλιμον, μεμνημένον ὡς οὐκ εἰς θέατρον οὐδʼ ᾠδεῖον ἀλλʼ εἰς σχολὴν καὶ διδασκαλεῖον ἀφῖκται, τῷ λόγῳ τὸν βίον ἐπανορθωσόμενος. ὅθεν δὴ καὶ ποιητέον ἐπίσκεψιν καὶ κρίσιν τῆς ἀκροάσεως ἐξ αὑτοῦ καὶ τῆς περὶ αὑτὸν διαθέσεως, ἀναλογιζόμενον εἴ τι τῶν παθῶν γέγονε μαλακώτερον, εἴ τι τῶν ἀνιαρῶν κουφότερον, εἰ θάρσος εἰ φρόνημα βέβαιον, εἰ πρὸς ἀρετὴν καὶ τὸ καλὸν ἐνθουσιασμός. οὐ γὰρ ἐκ κουρείου μὲν ἀναστάντα δεῖ τῷ κατόπτρῳ παραστῆναι καὶ τῆς κεφαλῆς ἅψασθαι, τὴν περικοπὴν τῶν τριχῶν ἐπισκοποῦντα καὶ τῆς κουρᾶς τὴν διαφοράν, ἐκ δὲ ἀκροάσεως ἀπιόντα καὶ σχολῆς οὐκ εὐθὺς ἀφορᾶν χρὴ πρὸς ἑαυτόν, καταμανθάνοντα τὴν ψυχὴν εἴ τι τῶν ὀχληρῶν ἀποτεθειμένη καὶ περιττῶν ἐλαφροτέρα γέγονε καὶ ἡδίων. οὔτε γὰρ βαλανείου φησὶν ὁ Ἀρίστων οὔτε λόγου μὴ καθαίροντος ὄφελός ἐστιν.