Ancient Greek · ~2 min
Section 33
Plutarch, Περὶ τῶν ὑπὸ τοῦ θείου βραδέως τιμωρουμένων 33
Not analysed yet
μέχρι μὲν οὖν τούτων εἶναι θεατής· ὡς δʼ ἀναστρέφειν ἔμελλεν, ἐν παντὶ κακῷ γενέσθαι διὰ φόβον, γυναῖκα γάρ τινα λαβομένην αὐτοῦ θαυμαστὴν τὸ εἶδος καὶ τὸ μέγεθος, δεῦρο δή εἰπεῖν οὗτος, ὅπως ἕκαστα μᾶλλον μνημονεύσῃς. καί τι ῥαβδίον, ὥσπερ οἱ ζωγράφοι, διάπυρον προσάγειν, ἑτέραν δὲ κωλύειν. αὐτὸν δʼ ὥσπερ ὑπὸ σύριγγος ἐξαίφνης σπασθέντα πνεύματι νεανικῷ σφόδρα καὶ βιαίῳ τῷ σώματι προσπεσεῖν καὶ ἀναβλέψαι σχεδὸν ὑπʼ αὐτοῦ τοῦ μνήματος.