Ancient Greek · ~2 min
Section 14
Plutarch, Περὶ δεισιδαιμονίας 14
Not analysed yet
ἀλλʼ οὐδὲν οὕτω πολυπλανὲς καὶ πολυπαθὲς νόσημα καὶ μεμιγμένον ἐναντίαις δόξαις καὶ μαχομέναις μᾶλλον ὡς τὸ τῆς δεισιδαιμονίας. φευκτέον οὖν αὐτὴν ἀσφαλῶς τε καὶ συμφερόντως, οὐχ ὥσπερ οἱ λῃστῶν ἢ θηρίων ἔφοδον ἢ πῦρ ἀπερισκέπτως καὶ ἀλογίστως περιφεύγοντες ἐμπίπτουσιν εἰς ἀνοδίας. βάραθρα καὶ κρημνοὺς ἐχούσας. οὕτω γὰρ ἔνιοι φεύγοντες τὴν δεισιδαιμονίαν ἐμπίπτουσιν εἰς ἀθεότητα τραχεῖαν καὶ ἀντίτυπον, ὑπερπηδήσαντες ἐν μέσῳ κειμένην τὴν εὐσέβειαν.