Ancient Greek · ~6 min
Section 11
Plutarch, Περὶ εὐθυμίας 11
Not analysed yet
οὐ μὴν ἀλλʼ ἐπεὶ πρὸς ἑτέρους μᾶλλον ἢ πρὸς αὑτοὺς ὑπʼ ἀβελτερίας εἰθίσμεθα ζῆν, καὶ πολὺ τὸ δύσζηλον ἡ φύσις ἔχουσα καὶ τὸ βάσκανον, οὐ χαίρει τοσοῦτον τοῖς ἰδίοις, ὅσον ἀνιᾶται τοῖς ἀλλοτρίοις ἀγαθοῖς· μὴ μόνον ὅρα τὰ λαμπρὰ καὶ τὰ περιβόητα τῶν ζηλουμένων ὑπὸ σοῦ καὶ θαυμαζομένων, ἀλλʼ ἀνακαλύψας καὶ διαστείλας ὥσπερ ἀνθηρὸν παραπέτασμα τὴν δόξαν αὐτῶν καὶ τὴν ἐπιφάνειαν, ἐντὸς γενοῦ καὶ κατόψει πολλὰ δυσχερῆ καὶ πολλὰς ἀηδίας ἐνούσας αὐτοῖς. ὁ γοῦν Πιττακὸς ἐκεῖνος, οὗ μέγα μὲν ἀνδρείας μέγα δὲ σοφίας καὶ δικαιοσύνης κλέος, εἱστία ξένους· ἐπελθοῦσα δʼ ἡ γυνὴ μετʼ ὀργῆς ἀνέτρεψε τὴν τράπεζαν· τῶν δὲ ξένων διατραπέντων ἑκάστῳ τι ἔφη ἡμῶν κακὸν ἔστιν· ᾧ δὲ τοὐμόν, ἄριστα πράττει. οὗτος μακάριος ἐν ἀγορᾷ νομίζεται, ἐπὰν δʼ ἀνοίξῃ τὴν θύραν, τρισάθλιος· γυνὴ κρατεῖ πάντων, ἐπιτάσσει, μάχετʼ ἀεί. ἀπὸ πλειόνων ὀδυνᾶτʼ, ἐγὼ δʼ ἀπʼ οὐδενός. τοιαῦτα πολλὰ καὶ πλούτῳ καὶ δόξῃ καὶ βασιλείᾳ πρόσεστιν ἄδηλα τοῖς πολλοῖς· ἐπιπροσθεῖ γὰρ ὁ τῦφος. ὦ μάκαρ Ἀτρείδη, μοιρηγενές, ὀλβιόδαιμον ἔξωθεν οὗτος. ὁ μακαρισμός, ὅπλων καὶ ἵππων καὶ στρατιᾶς περικεχυμένης· αἱ δὲ τῶν παθῶν φωναὶ πρὸς τὴν κενὴν δόξαν ἔνδοθεν ἀντιμαρτυροῦσι Ζεύς με μέγα Κρονίδης ἄτῃ ἐνέδησε βαρείῃ. καὶ ζηλῶ σε, γέρον, ζηλῶ δʼ ἀνδρῶν ὃς ἀκίνδυνον βίον ἐξεπέρασʼ ἀγνὼς, ἀκλεής. ἔξεστιν οὖν καὶ τούτοις τοῖς ἐπιλογισμοῖς ἀπαρύτειν τοῦ πρὸς τὴν τύχην μεμψιμοίρου καὶ διὰ τὸ θαυμάζειν τὰ τῶν πλησίον ἐκταπεινοῦντος τὰ οἰκεῖα καὶ καταβάλλοντος.