Ancient Greek · ~3 min
Section 1
Plutarch, Περὶ μοναρχίας καὶ δημοκρατίας καὶ ὀλιγαρχίας 1
Not analysed yet
Εἰς τοῦτο δὴ τὸ δικαστήριον καὶ αὐτὸς εἰσάγων τὴν γενομένην μοι πρὸς ὑμᾶς διάλεξιν ἐχθές, ᾤμην τῆς πολιτικῆς ἀρετῆς ὕπαρ οὐκ ὄναρ ἀκοῦσαι λεγούσης κεκρότηται χρυσέα κρηπὶς ἱεραῖσιν ἀοιδαῖς, ὁ προτρεπόμενος καὶ διαίρων ἐπὶ πολιτείαν βέβληται λόγος· ἐκτίνωμεν ἢδη τὴν ὀφειλομένην ἐποικοδομοῦντες τῇ προτροπῇ διδασκαλίαν, ὀφείλεται δὲ τῷ παραδεδεγμένῳ τὴν ἐπὶ τὸ πράττειν τὰ κοινὰ προτροπὴν καὶ ὁρμὴν ἑξῆς ἀκοῦσαι καὶ λαβεῖν παραγγέλματα πολιτείας, οἷς χρώμενος, ὡς ἀνυστὸν ἐστιν ἀνθρώπῳ, δημωφελὴς ἔσται, μετʼ ἀσφαλείας ἅμα καὶ τιμῆς δικαίας εὖ τιθέμενος τὸ οἰκεῖον. ὃ δὲ προὔργου μέν ἐστιν εἰς τὰ μέλλοντα τοῖς δὲ προλελεγμένοις ἕπεται, σκεπτέον ἥτις ἀρίστη πολιτεία. καθάπερ γὰρ ἀνθρώπου βίοι πλείονες, ἔστι καὶ δήμου ἡ πολιτεία βίος· ὥστε λαβεῖν τὴν ἀρίστην ἀναγκαῖον· ἢ γὰρ ἐκ πασῶν αἱρήσεται ταύτην ὁ πολιτικὸς ἢ τῶν λοιπῶν τὴν ὁμοιοτάτην, εἰ ταύτην ἀδύνατον.