Ancient Greek · ~1 min
Chapter 58
Plutarch, Ἀλέξανδρος 58.5
Not analysed yet
θαυμάσας οὖν τὴν λαμπρότητα καὶ φιλανθρωπίαν ὁ Ἄκουφις ἠρώτα τί βούλεται ποιοῦντας αὐτοὺς ἔχειν φίλους. φήσαντος δὲ τοῦ Ἀλεξάνδρου, σὲ μὲν ἄρχοντα καταστήσαντας αὑτῶν, πρὸς δὲ ἡμᾶς πέμψαντας ἑκατὸν ἄνδρας τοὺς ἀρίστους, γελάσας ὁ Ἄκουφις, ἀλλὰ βέλτιον, εἶπεν, ἄρξω, βασιλεῦ, τοὺς κακίστους πρὸς σὲ πέμψας μᾶλλον ἢ τοὺς ἀρίστους.