Ancient Greek · ~1 min
Chapter 59
Plutarch, Ἀλέξανδρος 59.1
Not analysed yet
ὁ δὲ Ταξίλης λέγεται μέν τῆς Ἰνδικῆς ἔχειν μοῖραν Οὐκ ἀποδέουσαν Αἰγύπτου τὸ μέγεθος, εὔβοτον δέ καὶ καλλίκαρπον ἔν τοῖς μάλιστα, σοφὸς δέ τις ἀνὴρ εἶναι, καὶ τὸν Ἀλέξανδρον ἀσπασάμενος, τί δεῖ πολέμων, φάναι, καὶ μάχης ἡμῖν, Ἀλέξανδρε, πρὸς ἀλλήλους, εἰ μήτε ὕδωρ ἀφαιρησόμενος ἡμῶν ἀφῖξαι μήτε τροφὴν ἀναγκαίαν, ὑπὲρ ὧν μόνων ἀνάγκη διαμάχεσθαι νοῦν ἔχουσιν ἀνθρώποις;