Ancient Greek · ~2 min
Chapter 69
Plutarch, Ἀλέξανδρος 69.2
Not analysed yet
ἔπειτα τὸν Κύρου τάφον εὑρὼν διορωρυγμένον ἀπέκτεινε τὸν ἀδικήσαντα, καίτοι Πελλαῖος ἦν οὐ τῶν ἀσημοτάτων ὁ πλημμελήσας, ὄνομα Πολύμαχος. τὴν δὲ ἐπιγραφὴν ἀναγνούς ἐκέλευσεν Ἑλληνικοῖς ὑποχαράξαι γράμμασιν. εἶχε δὲ οὕτως· ὦ ἄνθρωπε, ὅστις εἶ καὶ ὅθεν ἥκεις, ὅτι μὲν γὰρ ἥξεις, οἶδα, ἐγὼ Κῦρός εἰμι ὁ Πέρσαις κτησάμενος τὴν ἀρχήν, μὴ οὖν τῆς ὀλίγης μοι ταύτης γῆς φθονήσῃς ἣ τοὐμὸν σῶμα περικαλύπτει.