Ancient Greek · ~2 min
Chapter 69
Plutarch, Ἀλέξανδρος 69.3
Not analysed yet
ταῦτα μὲν οὖν ἐμπαθῆ σφόδρα τὸν Ἀλέξανδρον ἐποίησεν, ἐν νῷ λαβόντα τὴν ἀδηλότητα καὶ μεταβολήν. ὁ δὲ Καλανὸς ἐνταῦθα χρόνον οὐ πολὺν ὑπὸ κοιλίας ἐνοχληθείς ᾐτήσατο πυρὰν αὑτῷ γενέσθαι, καὶ κομισθεὶς ἵππῳ πρὸς αὐτήν, ἐπευξάμενος καὶ κατασπείσας ἑαυτοῦ καὶ τῶν τριχῶν ἀπαρξάμενος, ἀναβαίνων ἐδεξιοῦτο τοὺς παρόντας τῶν Μακεδόνων, καὶ παρεκάλει τὴν ἡμέραν ἐκείνην ἡδέως γενέσθαι καὶ μεθυσθῆναι μετὰ τοῦ βασιλέως, αὐτὸν δὲ ἐκεῖνον ἔφη μετʼ ὀλίγον χρόνον ἐν Βαβυλῶνι ὄψεσθαι.