Ancient Greek · ~1 min
Chapter 69
Plutarch, Ἀλέξανδρος 69.4
Not analysed yet
ταῦτα δʼ εἰπών κατακλιθεὶς καὶ συγκαλυψάμενος οὐκ ἐκινήθη τοῦ πυρὸς πλησιάζοντος, ἀλλʼ ἐν ᾧ κατεκλίθη σχήματι, τοῦτο διατηρῶν ἐκαλλιέρησεν ἑαυτὸν τῷ πατρίῳ νόμῳ τῶν ἐκεῖ σοφιστῶν, τοῦτο πολλοῖς ἔτεσιν ὕστερον ἄλλος Ἰνδὸς ἐν Ἀθήναις Καίσαρι συνὼν ἐποίησε· καὶ δείκνυται μέχρι νῦν τὸ μνημεῖον Ἰνδοῦ προσαγορευόμενον.