Ancient Greek · ~1 min
Chapter 77
Plutarch, Ἀλέξανδρος 77.1
Not analysed yet
τούτων τὰ πλεῖστα κατὰ λέξιν ἐν ταῖς ἐφημερίσιν οὕτω γέγραπται. φαρμακείας δὲ ὑποψίαν παραυτίκα μὲν οὐδεὶς ἔσχεν, ἕκτῳ δὲ ἔτει φασὶ μηνύσεως γενομένης τὴν Ὀλυμπιάδα πολλοὺς μὲν ἀνελεῖν, ἐκρῖψαι δὲ τὰ λείψανα τοῦ Ἰόλα τεθνηκότος, ὡς τούτου τὸ φάρμακον ἐγχέαντος.