Ancient Greek · ~2 min
Chapter 77
Plutarch, Ἀλέξανδρος 77.2
Not analysed yet
οἱ δὲ Ἀριστοτέλην φάσκοντες Ἀντιπάτρῳ σύμβουλον γεγενῆσθαι τῆς πράξεως, καὶ ὅλως διʼ ἐκείνου πορισθῆναι τὸ φάρμακον, Ἁγνόθεμίν τινα διηγεῖσθαι λέγουσιν ὡς Ἀντιγόνου τοῦ βασιλέως ἀκούσαντα τὸ δὲ φάρμακον ὕδωρ εἶναι ψυχρὸν καὶ παγετῶδες ἀπὸ πέτρας τινὸς ἐν Νωνάκριδι οὔσης, ἣν ὥσπερ δρόσον λεπτὴν ἀναλαμβάνοντες εἰς ὄνου χηλὴν ἀποτίθενται τῶν γὰρ ἄλλων οὐδὲν ἀγγεῖον στέγειν, ἀλλὰ διακόπτειν ὑπὸ ψυχρότητος καὶ δριμύτητος.