Ancient Greek · ~4 min
Section 1
Plutarch, Περὶ τοῦ μὴ δεῖν δανείζεσθαι 1
Not analysed yet
ὅ Πλάτων ἐν τοῖς Νόμοις οὐκ ἐᾷ μεταλαμβάνειν ὕδατος ἀλλοτρίου τοὺς γείτονας, ἂν μὴ παρʼ αὑτοῖς ὀρύξαντες ἄχρι τῆς κεραμίτιδος καλουμένης γῆς ἄγονον εὕρωσι νάματος τὸ χωρίον· ἡ γὰρ κεραμῖτις φύσιν ἔχουσα λιπαρὰν καὶ πυκνὴν στέγει παραλαβοῦσα τὸ ὑγρὸν καὶ οὐ διίησι· δεῖν δὲ μεταλαμβάνειν τἀλλοτρίου τοὺς ἴδιον κτήσασθαι μὴ δυναμένους· ἀπορίᾳ γὰρ βοηθεῖν τὸν νόμον. ἆρʼ οὐ δὴ ἔδει καὶ περὶ χρημάτων εἶναι νόμον, ὅπως μὴ δανείζωνται παρʼ ἑτέρων μηδʼ ἐπʼ ἀλλοτρίας πηγὰς βαδίζωσι, μὴ πρότερον οἴκοι τὰς αὑτῶν ἀφορμὰς ἐξελέγξαντες καὶ συναγαγόντες ὥσπερ ἐκ λιβάδων τὸ χρήσιμον καὶ ἀναγκαῖον αὑτοῖς; νυνὶ δʼ ὑπὸ τρυφῆς καὶ μαλακίας ἢ πολυτελείας οὐ χρῶνται τοῖς ἑαυτῶν, ἔχοντες, ἀλλὰ λαμβάνουσιν ἐπὶ πολλῷ παρʼ ἑτέρων, μὴ δεόμενοι· τεκμήριον δὲ μέγα· τοῖς γὰρ ἀπόροις οὐ δανείζουσιν, ἀλλὰ βουλομένοις εὐπορίαν τινʼ ἑαυτοῖς κτᾶσθαι· καὶ μάρτυρα δίδωσι καὶ βεδε ½ἰτανδο αερε ἀλιενο. βαιωτὴν ἄξιον, ὅτι ἔχει πιστεύεσθαι, δέον ἔχοντα μὴ δανείζεσθαι.