Ancient Greek · ~4 min
Section 6
Plutarch, Περὶ τοῦ μὴ δεῖν δανείζεσθαι 6
Not analysed yet
καὶ ταῦτα μὴ μʼ οἴεσθε λέγειν πόλεμον ἐξενηνοχότα πρὸς τοὺς δανειστάς· οὐ γὰρ πώποτʼ ἐμὰς βοῦς ἤλασαν οὐδὲ μὲν ἵππους· ἀλλʼ ἐνδεικνύμενον τοῖς προχείρως δανειζομένοις, ὅσην ἔχει τὸ πρᾶγμα αἰσχύνην καὶ ἀνελευθερίαν καὶ ὅτι τὸ δανείζεσθαι τῆς ἐσχάτης ἀφροσύνης καὶ μαλακίας ἐστίν. ἔχεις; μὴ δανείσῃ, οὐ γὰρ ἀπορεῖς οὐκ ἔχεις; μὴ δανείσῃ, οὐ γὰρ ἐκτίσεις. κατʼ ἰδίαν δʼ οὕτως ἑκάτερα σκοπῶμεν. ὁ Κάτων πρός τινα πρεσβύτην πονηρευόμενον ὦ ἄνθρωπε, τί τῷ γήρᾳ ἔφη πολλὰ κακὰ ἔχοντι τὴν ἐκ τῆς πονηρίας αἰσχύνην προστίθης; ʼ οὐκοῦν καὶ σὺ τῇ πενίᾳ, πολλῶν κακῶν προσόντων, μὴ ἐπισώρευε τὰς ἐκ τοῦ δανείζεσθαι καὶ ὀφείλειν ἀμηχανίας μηδʼ ἀφαιροῦ τῆς πενίας, ᾧ μόνῳ τοῦ πλούτου διαφέρει, τὴν ἀμεριμνίαν. ἐπεὶ τὸ τῆς παροιμίας ἔσται γελοῖον οὐ δύναμαι τὴν αἶγα φέρειν, ἐπί μοι θέτε τὸν βοῦν πενίαν φέρειν μὴ δυνάμενος δανειστὴν ἐπιτίθης σεαυτῷ, φορτίον καὶ πλουτοῦντι δύσοιστον. πῶς οὖν διατραφῶ; τοῦτʼ ἐρωτᾷς, ἔχων χεῖρας, ἒχων πόδας, ἔχων φωνήν, ἄνθρωπος ὤν, τὸ φιλεῖν ἔστι καὶ φιλεῖσθαι καὶ τὸ χαρίζεσθαι καὶ τὸ εὐχαριστεῖν; γράμματα διδάσκων, καὶ παιδαγωγῶν, καὶ θυρωρῶν, πλέων, παραπλέων οὐδέν ἐστι τούτων αἴσχιον οὐδὲ δυσχερέστερον τοῦ ἀκοῦσαι ἀπόδος.