Ancient Greek · ~3 min
Section 12
Plutarch, Περὶ δυσωπίας 12
Not analysed yet
διὸ τῶν παθῶν μάλιστα τῷ δυσωπεῖσθαι τὸ μετανοεῖν οὐχ ὕστερον, ἀλλʼ εὐθὺς ἐν οἷς πράττει πάρεστι· καὶ γὰρ διδόντες ἀχθόμεθα καὶ μαρτυροῦντες αἰσχυνόμεθα καὶ συνηγοροῦντες ἀδοξοῦμεν καὶ μὴ παρέχοντες ἐλεγχόμεθα. πολλὰ γὰρ ὑπʼ ἀσθενείας τοῦ ἀντιλέγειν καὶ τῶν ἀδυνάτων ἡμῖν ὑπισχνούμεθα τοῖς λιπαροῦσιν ὡς συστάσεις ἐν αὐλαῖς καὶ πρὸς ἡγεμόνας ἐντεύξεις, μὴ βουλόμενοι μηδʼ εὐτονοῦντες εἰπεῖν οὐκ οἶδεν ἡμᾶς ὁ βασιλεύς, ἀλλʼ ἑτέρους ὅρα μᾶλλον, ὡς Λύσανδρος Ἀγησιλάῳ προσκεκρουκὼς ἀξιούμενος δὲ μέγιστον δύνασθαι παρʼ αὐτῷ διὰ τὴν δόξαν, οὐκ ᾐσχύνετο παραιτεῖσθαι τοὺς ἐντυγχάνοντας, ἀπιέναι πρὸς ἑτέρους κελεύων καὶ πειρᾶσθαι τῶν μᾶλλον αὐτοῦ παρὰ τῷ βασιλεῖ δυναμένων. οὐ γὰρ αἰσχρὸν τὸ μὴ πάντα δύνασθαι· τὸ δὲ μὴ δυναμένους ἢ μὴ πεφυκότας ἀναδέχεσθαι τὰ τοιαῦτα καὶ παραβιάζεσθαι, πρὸς τῷ αἰσχρῷ καὶ λυπηρότατόν ἐστιν.