Ancient Greek · ~6 min
Section 7
Plutarch, Περὶ δυσωπίας 7
Not analysed yet
οὕτω δὲ δεῖ καὶ πρὸς τοὺς αἰτοῦντας ἀργύριον ἀνταίρειν, προεθιζόμενον ἐν τοῖς μήτε μεγάλοις μήτε δυσπαραιτήτοις. Ἀρχέλαος μὲν γὰρ ὁ τῶν Μακεδόνων βασιλεὺς παρὰ δεῖπνον αἰτηθεὶς ἔκπωμα χρυσοῦν ὑπʼ ἀνθρώπου μηδὲν ἡγουμένου καλὸν ἢ τὸ λαμβάνειν, ἐκέλευσεν Εὐριπίδῃ τὸν παῖδα δοῦναι, καὶ πρὸς τὸν ἄνθρωπον ἐκεῖνον ἀποβλέψας σὺ μὲν εἶπεν αἰτεῖν ἐπιτήδειος εἶ καὶ μὴ λαμβάνων, οὗτος δὲ λαμβάνειν καὶ μὴ αἰτῶν ἄριστα τοῦ διδόναι καὶ χαρίζεσθαι κύριον ποιῶν τὸ κρῖνον ἀλλὰ μὴ τὸ δυσωπούμενον. ἡμεῖς δὲ πολλάκις ἀνθρώπους ἐπιεικεῖς καὶ οἰκείους καὶ δεομένους περιορῶντες ἑτέροις αἰτοῦσιν ἐνδελεχῶς καὶ ἰταμῶς ἐδώκαμεν, οὐ δοῦναι θελήσαντες ἀλλʼ ἀρνήσασθαι μὴ δυνηθέντες. ὥσπερ Ἀντίγονος ὁ γέρων ὑπὸ Βίαντος ἐνοχληθεὶς πολλάκις δότʼ εἶπε Βίαντι τάλαντον καὶ ἀνάγκῃ· καίτοι μάλιστα τῶν βασιλέων ἐμμελὴς ἦν καὶ πιθανὸς ἀποτρίβεσθαι τὰ τοιαῦτα. κυνικοῦ γάρ ποτε δραχμὴν αἰτήσαντος αὐτόν ἀλλʼ οὐ βασιλικόν ἔφη τὸ δόμα· τοῦ δʼ ὑποτυχόντος δὸς οὖν μοι τάλαντον ἀπήντησεν ἀλλʼ οὐ κυνικὸν τὸ λῆμμα Διογένης μὲν οὖν τοὺς ἀνδριάντας ᾔτει περιιὼν ἐν Κεραμεικῷ καὶ πρὸς τοὺς θαυμάζοντας ἔλεγεν ἀποτυγχάνειν μελετᾶν ἡμῖν δὲ πρῶτον ἐμμελετητέον ἐστὶ τοῖς φαύλοις καὶ γυμναστέον περὶ τὰ μικρά, πρὸς τὸ ἀρνεῖσθαι τοῖς αἰτοῦσιν οὐ προσηκόντως ληψομένοις· ὡς ἂν μείζοσιν ἀποτεύξεσιν ἐπικουρεῖν ἔχωμεν. οὐδεὶς γάρ ὡς ὁ Δημοσθένης φησὶν εἰς ἃ μὴ δεῖ καταναλώσας τὰ παρόντα τῶν μὴ παρόντων εὐπορήσει πρὸς ἃ δεῖ. γίγνεται δʼ ἡμῖν πολλαπλάσιον τὸ αἰσχρόν, ὅταν ἐλλίπωμεν πρὸς τὰ καλά, πλεονάσαντες τοῖς περιττοῖς.