Ancient Greek
Chapter 14
Plutarch, Δημήτριος 14.2
Not analysed yet
οἱ μὲν οὖν Ἀθηναῖοι τὸν γάμον τοῦτον εἰς χάριν ἔθεντο καὶ τιμὴν τῆς πόλεως· ἄλλως δὲ ὁ Δημήτριος εὐχερής τις ἦν περὶ γάμους, καὶ πολλαῖς ἅμα συνῆν γυναιξίν, ὧν ἀξίωμα μέγιστον εἶχε καὶ τιμὴν Φίλα δι’ Ἀντίπατρον τὸν πατέρα καὶ διὰ τὸ προσυνῳκηκέναι Κρατερῷ, τῷ πλείστην εὔνοιαν αὑτοῦ παρὰ Μακεδόσι τῶν Ἀλεξάνδρου διαδόχων ἀπολιπόντι. ταύτην, ὡς ἔοικε, κομιδῆ νέον ὄντα τὸν Δημήτριον ἔπειθεν ὁ πατήρ, οὐκ οὖσαν αὐτῷ καθʼ ὥραν, ἀλλὰ πρεσβυτέραν, λαβεῖν·