Ancient Greek · ~1 min
Chapter 14
Plutarch, Δημήτριος 14.3
Not analysed yet
ἀπροθύμως δʼ ἔχοντι λέγεται πρὸς τὸ οὖς τὸ Εὐριπίδειον εἰπεῖν· ὅπου τὸ κέρδος, παρὰ φύσιν γαμητέον, ὁμοιόπτωτόν τι τῷ δουλευτέον εὐθυρρημονήσας. τοιαύτη μὲν οὖν τις ἦν ἡ τοῦ Δημητρίου τιμὴ πρός τε Φίλαν καὶ τὰς ἄλλας γαμετὰς ὥστε πολλαῖς μὲν ἀνέδην ἑταίραις, πολλαῖς δὲ ἐλευθέραις συνεῖναι γυναιξί, καὶ μάλιστα δὴ περὶ τὴν ἡδονὴν ταύτην κακῶς ἀκοῦσαι τῶν τότε βασιλέων.