Ancient Greek · ~2 min
Chapter 17
Plutarch, Δημήτριος 17.3
Not analysed yet
αὐτὸς ἐμβὰς εἰς τὸ ἐφόλκιον ἐξῆλθε μόνος καὶ πρὸς τὸν Ἀντίγονον ἀνέβαινε, μετέωρον ὄντα τῇ προσδοκίᾳ τῆς μάχης καὶ διακείμενον ὡς εἰκός ἐστι διακεῖσθαι τοὺς περὶ πραγμάτων τηλικούτων ἀγωνιῶντας. τότε γε μὴν ἀκούσας ἐκεῖνον ἥκειν ἔτι μᾶλλον ἢ πρότερον ἔσχε ταραχωδῶς, καὶ μόλις μὲν αὑτὸν οἴκοι κατεῖχεν, ἄλλους δʼ ἐπʼ ἄλλοις ἔπεμπεν ὑπηρέτας καὶ φίλους πευσομένους τοῦ Ἀριστοδήμου περὶ τῶν γεγονότων.