Ancient Greek · ~2 min
17.4 to 17.5
Plutarch, Δημήτριος 17.4-5
Not analysed yet
ἀποκρινομένου δὲ μηδὲν αὐτοῦ μηδενί, βάδην δὲ καὶ συνεστῶτι τῷ προσώπῳ μετὰ πολλῆς σιωπῆς προσιόντος, ἐκπλαγεὶς κομιδῆ καὶ μηκέτι καρτερῶν ὁ Ἀντίγονος ἐπὶ τὰς θύρας ἀπήντησε, πολλοῦ παραπέμποντος ἤδη τὸν Ἀριστόδημον ὄχλου καὶ συντρέχοντος ἐπὶ τὸ βασίλειον. ὡς οὖν ἐγγὺς ἦλθεν, ἐκτείνας τὴν δεξιὰν ἀνεβόησε μεγάλῃ τῇ φωνῇ χαῖρε, βασιλεῦ Ἀντίγονε, νικῶμεν Πτολεμαῖον ναυμαχίᾳ καὶ Κύπρον ἔχομεν καὶ στρατιώτας αἰχμαλώτους μυρίους ἑξακισχιλίους ὀκτακοσίους. ὁ δὲ Ἀντίγονος, καὶ σύ, νὴ Δία, χαῖρε, εἶπεν· οὕτω δὲ ἡμᾶς βασανίσας δίκην ὑφέξεις· βράδιον γὰρ ἀπολήψῃ τὸ εὐαγγέλιον.