Ancient Greek
Chapter 19
Plutarch, Δημήτριος 19.3
Not analysed yet
ἦν δὲ τότε μικρὸν ἀπολείποντα γεγονὼς ἔτη ὀγδοήκοντα, μεγέθει δὲ καὶ βαρύτητι σώματος μᾶλλον ἢ διὰ τὸ γῆρας ἐπὶ τὰς στρατείας γεγονὼς δυσπαρακόμιστος ἐχρῆτο τῷ παιδὶ καὶ δι’ ἐυτυχίαν καὶ δι’ ἐμπειρίαν ἤδη τὰ μέγιστα καλῶς διοικοῦντι, τρυφὰς δὲ καὶ πολυτελείας καὶ πότους αὐτοῦ μὴ βαρυνόμενος. εἰρήνης γὰρ οὔσης ἀφύβριζεν εἰς ταῦτα καὶ σχολάζων ἐχρῆτο πρὸς τὰς ἡδονὰς ἀνειμένως αὑτῷ καὶ κατακόρως, ἐν δὲ τοῖς πολέμοις ὡς οἱ φύσει σώφρονες ἔνηφε.