Ancient Greek · ~4 min
19.4 to 19.6
Plutarch, Δημήτριος 19.4-6
Not analysed yet
λέγεται δὲ τῆς Λαμίας ἀναφανδὸν ἤδη κρατούσης, τὸν Ἀντίγονον ὑπὸ τοῦ Δημητρίου καταφιλούμενον ἥκοντος ἀπὸ ξένης εἰπεῖν ἅμα γελῶντα, δοκεῖς Λαμιαν, ὦ παῖ, καταφιλεῖν. πάλιν δέ ποτε πλείονας ἡμέρας ἐν πότοις γενομένου, καὶ πρόφασιν λέγοντος ὡς ῥεῦμα διοχλήσειεν αὐτόν, ἐπυθόμην, φάναι τὸν Ἀντίγονον, ἀλλὰ πότερον Θάσιον ἢ Χῖον ἦν τὸ ῥεῦμα; πυθόμενος δὲ αὖθις ἀσθενῶς ἔχειν αὐτὸν ἐβάδιζεν ὀψόμενος, καὶ τῶν καλῶν τινι περὶ θύρας ἀπήντησεν· εἰσελθὼν δὲ καὶ καθίσας παρʼ αὐτὸν ἥψατο τῆς χειρός· ἐκείνου δὲ εἰπόντος ὅτι νῦν ὁ πυρετὸς ἀποκεχώρηκεν, ἀμέλει, παιδίον, ἔφη, καὶ ἐμοὶ νῦν περὶ θύρας ἀπιὼν ἀπήντηκε. ταῦτα δὲ οὕτω πρᾴως ἔφερε τοῦ Δημητρίου διὰ τὴν ἄλλην πρᾶξιν. οἱ μὲν γὰρ Σκύθαι πίνοντες καὶ μεθυσκόμενοι παραψάλλουσι τὰς νευρὰς τῶν τόξων, οἷον ἐκλυόμενον ὑπὸ τῆς ἡδονῆς ἀνακαλούμενοι τὸν θυμόν, ἐκεῖνος δὲ τὰ μὲν ἡδονῇ διδοὺς ἁπλῶς ἑαυτόν, τὰ δὲ σπουδῇ, καὶ θάτερα τῶν ἑτέρων ἄκρατα μεταχειριζόμενος, οὐχ ἧττον ἦν δεινὸς ἐν ταῖς τοῦ πολέμου παρασκευαῖς.