Ancient Greek
Chapter 22
Plutarch, Δημήτριος 22.2
Not analysed yet
οὐ μὴν ἀλλά, καίπερ ἐπὶ τούτῳ σφόδρα δηχθεὶς ὁ Δημήτριος, εὐθὺς παρασχόντας λαβὴν οὐχ ὑπέμεινεν ἀντιλυπῆσαι τοὺς Ῥοδίους. ἔτυχε γὰρ αὐτοῖς ὁ Καύνιος Πρωτογένης γράφων τὴν περὶ τὸν Ἰάλυσον διάθεσιν, καὶ τὸν πίνακα μικρὸν ἀπολείποντα τοῦ τέλος ἔχειν ἔν τινι τῶν προαστείων ἔλαβεν ὁ Δημήτριος. πεμψάντων δὲ κήρυκα τῶν Ῥοδίων καὶ δεομένων φείσασθαι καὶ μὴ διαφθεῖραι τὸ ἔργον, ἀπεκρίνατο τὰς τοῦ πατρὸς εἰκόνας ἂν ἐμπρῆσαι μᾶλλον ἢ τέχνης πόνον τοσοῦτον.