Ancient Greek · ~2 min
22.3 to 22.4
Plutarch, Δημήτριος 22.3-4
Not analysed yet
ἑπτὰ γὰρ ἔτεσι λέγεται συντελέσαι τὴν γραφὴν ὁ Πρωτογένης. καί φησιν ὁ Ἀπελλῆς οὕτως ἐκπλαγῆναι θεασάμενος τὸ ἔργον ὥστε καὶ φωνὴν ἐπιλιπεῖν αὐτόν, ὀψὲ δὲ εἰπεῖν ὅτι μέγας ὁ πόνος καὶ θαυμαστὸν τὸ ἔργον, οὐ μὴν ἔχειν γε χάριτας δι’ ἃς οὐρανοῦ ψαύειν τὰ ὑπʼ αὐτοῦ γραφόμενα. ταύτην μὲν οὖν τὴν γραφὴν εἰς ταὐτὸ ταῖς ἄλλαις συνωσθεῖσαν ἐν Ῥώμῃ τὸ πῦρ ἐπενείματο. τῶν δὲ Π̔οδίων κατεξανισταμένων τοῦ πολέμου, δεόμενον προφάσεως τὸν Δημήτριον Ἀθηναῖοι παραγενόμενοι διήλλαξαν ἐπὶ τῷ συμμαχεῖν Ῥοδίους Ἀντιγόνῳ καὶ Δημητρίῳ πλὴν ἐπὶ Πτολεμαῖον.