Ancient Greek · ~1 min
Chapter 24
Plutarch, Δημήτριος 24.1
Not analysed yet
Δημήτριος δέ, τὴν Ἀθηνᾶν αὐτῷ προσῆκον, εἰ δι’ ἄλλο μηδέν, ὥς γε πρεσβυτέραν ἀδελφὴν αἰσχύνεσθαι (τοῦτο γὰρ ἐβούλετο λέγεσθαι), τοσαύτην ὕβριν εἰς παῖδας ἐλευθέρους καὶ γυναῖκας ἀστὰς κατεσκέδασε τῆς ἀκροπόλεως ὥστε δοκεῖν τότε μάλιστα καθαρεύειν τὸν τόπον, ὅτε Χρυσίδι καὶ Λαμίᾳ καὶ Δημοῖ καὶ Ἀντικύρᾳ, ταῖς πόρναις ἐκείναις, συνακολασταίνοι.