Ancient Greek · ~2 min
Chapter 24
Plutarch, Δημήτριος 24.2
Not analysed yet
τὰ μὲν οὖν ἄλλα σαφῶς ἀπαγγέλλειν οὐ πρέπει διὰ τὴν πόλιν, τὴν δὲ Δημοκλέους ἀρετὴν καὶ σωφροσύνην ἄξιόν ἐστι μὴ παρελθεῖν. ἐκεῖνος γὰρ ἦν ἔτι παῖς ἄνηβος, οὐκ ἔλαθε δὲ τὸν Δημήτριον ἔχων τῆς εὐμορφίας τὴν ἐπωνυμίαν κατήγορον· ἐκαλεῖτο γὰρ Δημοκλῆς ὁ καλός. ὡς δὲ πολλὰ πειρώντων καὶ διδόντων καὶ φοβούντων ὑπʼ οὐδενὸς ἡλίσκετο, τέλος δὲ φεύγων τὰς παλαίστρας καὶ τὸ γυμνάσιον εἴς τι βαλανεῖον ἰδιωτικὸν ἐφοίτα λουσόμενος, ἐπιτηρήσας τὸν καιρὸν ὁ Δημήτριος ἐπεισῆλθεν αὐτῷ μόνῳ.