Ancient Greek · ~2 min
Chapter 24
Plutarch, Δημήτριος 24.3
Not analysed yet
καὶ ὁ παῖς, ὡς συνεῖδε τὴν περὶ αὑτὸν ἐρημίαν καὶ τὴν ἀνάγκην, ἀφελὼν τὸ πῶμα τοῦ χαλκώματος εἰς ζέον ὕδωρ ἐνήλατο καὶ διέφθειρεν αὑτόν, ἀνάξια μὲν παθών, ἄξια δὲ τῆς πατρίδος καὶ τοῦ κάλλους φρονήσας, οὐχ ὡς Κλεαίνετος ὁ Κλεομέδοντος, ὃς ὠφληκότι τῷ πατρὶ δίκην πεντήκοντα ταλάντων ἀφεθῆναι διαπραξάμενος καὶ γράμματα παρὰ Δημητρίου κομίσας πρὸς τὸν δῆμον οὐ μόνον ἑαυτὸν κατῄσχυνεν, ἀλλὰ καὶ τὴν πόλιν συνετάραξε.