Ancient Greek · ~4 min
28.3 to 28.5
Plutarch, Δημήτριος 28.3-5
Not analysed yet
ἦγε δὲ πεζοὺς μὲν ἑπτακισμυρίων πλείους, ἱππεῖς δὲ μυρίους, ἐλέφαντας δὲ ἑβδομήκοντα πέντε, τῶν ἐναντίων ἐχόντων πεζοὺς μὲν ἑξακισμυρίους καὶ τετρακισχιλίους, ἱππεῖς δὲ πεντακοσίους τῶν ἐκείνου πλείονας, ἐλέφαντας δὲ τετρακοσίους, ἅρματα δὲ ἑκατὸν εἴκοσι. γενομένῳ δʼ ἐγγὺς αὐτῶν τροπὴν ἔσχεν ἡ διάνοια τῆς ἐλπίδος μᾶλλον ἢ τῆς γνώμης. ὑψηλὸς γὰρ εἶναι καὶ γαῦρος εἰωθὼς ἐν τοῖς ἀγῶσι καὶ χρώμενος φωνῇ τε μεγάλῃ καὶ λόγοις σοβαροῖς, πολλάκις δὲ καὶ τῷ παρασκῶψαί τι καὶ γελοῖον εἰπεῖν τῶν πολεμίων ἐν χερσὶν ὄντων ἐπιδειξάμενος εὐστάθειαν καὶ καταφρόνησιν, τότε σύννους ἑωρᾶτο καὶ σιωπηλὸς τὰ πολλά, καὶ τὸν υἱὸν ἀπέδειξε τῷ πλήθει καὶ συνέστησε διάδοχον. ὃ δὲ μάλιστα πάντες ἐθαύμασαν, ἐν τῇ σκηνῇ μόνος διελέχθη πρὸς αὐτόν, οὐκ εἰθισμένος ἔχειν οὐδὲ πρὸς ἐκεῖνον ἀπορρήτους κοινολογίας, ἀλλὰ ἴδιος ὢν γνώμῃ, εἶτα προστάττων φανερῶς καὶ χρώμενος οἷς βουλεύσαιτο καθʼ ἑαυτόν. λέγεται γοῦν μειράκιον ἔτι ὄντα τὸν Δημήτριον αὐτοῦ πυθέσθαι πότε μέλλουσιν ἀναζευγνύειν· τὸν δὲ εἰπεῖν πρὸς ὀργήν· ἀγωνιᾷς μὴ μόνος σὺ τῆς σάλπιγγος οὐκ ἀκούσῃς;