Ancient Greek · ~2 min
29.1 to 29.2
Plutarch, Δημήτριος 29.1-2
Not analysed yet
τότε μέντοι καὶ σημεῖα μοχθηρὰ κατεδουλοῦτο τὴν γνώμην αὐτῶν. Δημήτριος μὲν γὰρ ἔδοξε κατὰ τοὺς ὕπνους Ἀλέξανδρον ὡπλισμένον λαμπρῶς ἐρωτᾶν ὁποῖόν τι σύνθημα διδόναι πρὸς τὴν μάχην μέλλουσιν· αὐτοῦ δὲ φήσαντος, Δία καὶ Νίκην ἄπειμι τοίνυν, φάναι, πρὸς τοὺς ἐναντίους· ἐκεῖνοι γάρ με παραλαμβάνουσιν. Ἀντίγονος δὲ παραταττομένης ἤδη τῆς φάλαγγος ἐξιὼν προσέπταισεν, ὥστε πεσεῖν ὅλως ἐπὶ στόμα καὶ διατεθῆναι χαλεπῶς· ἀναστὰς δὲ καὶ τὰς χεῖρας ἀνατείνας πρὸς τὸν οὐρανὸν ᾐτήσατο νίκην παρὰ τῶν θεῶν ἢ θάνατον ἀναίσθητον πρὸ τῆς ἥττης.