Ancient Greek · ~2 min
Chapter 33
Plutarch, Δημήτριος 33.3
Not analysed yet
ἀναληφθεὶς δὲ καὶ πόλεις τινὰς ἀφεστώσας προσαγαγόμενος πάλιν εἰς τὴν Ἀττικὴν ἐνέβαλε, καὶ κρατήσας Ἐλευσῖνος καὶ Ῥαμνοῦντος ἔφθειρε τὴν χώραν, καὶ ναῦν τινα λαβὼν ἔχουσαν σῖτον καὶ εἰσάγουσαν τοῖς Ἀθηναίοις ἐκρέμασε τὸν ἔμπορον καὶ τὸν κυβερνήτην, ὥστε τῶν ἄλλων ἀποτρεπομένων διὰ φόβον σύντονον λιμὸν ἐν ἄστει γενέσθαι, πρὸς δὲ τῷ λιμῷ καὶ τῶν ἄλλων ἀπορίαν. ἁλῶν γοῦν μέδιμνον ὠνοῦντο τετταράκοντα δραχμῶν, ὁ δὲ τῶν πυρῶν μόδιος ὤνιος ἦν τριακοσίων.