Ancient Greek · ~1 min
Chapter 33
Plutarch, Δημήτριος 33.4
Not analysed yet
μικρὰν δὲ τοῖς Ἀθηναίοις ἀναπνοὴν παρέσχον ἑκατὸν πεντήκοντα νῆες φανεῖσαι περὶ Αἴγιναν, ἃς ἔπεμψεν ἐπικούρους αὐτοῖς Πτολεμαῖος. εἶτα Δημητρίῳ πολλῶν μὲν ἐκ Πελοποννήσου, πολλῶν δὲ ἀπὸ Κύπρου νεῶν παραγενομένων, ὥστε συμπάσας ἀθροισθῆναι τριακοσίας, ἔφυγον ἄραντες οἱ Πτολεμαίου, καὶ Λαχάρης ὁ τύραννος ἀπέδρα προέμενος τὴν πόλιν.