Ancient Greek · ~2 min
Chapter 39
Plutarch, Δημήτριος 39.2
Not analysed yet
ὡς δὲ ταῖς Θήβαις ἐπαγαγὼν τὰς μηχανὰς ὁ Δημήτριος ἐπολιόρκει καὶ φοβηθεὶς ὑπεξῆλθεν ὁ Κλεώνυμος, καταπλαγέντες οἱ Βοιωτοὶ παρέδωκαν ἑαυτούς. ὁ δὲ ταῖς πόλεσιν ἐμβαλὼν φρουρὰν καὶ πραξάμενος πολλὰ χρήματα, καὶ καταλιπὼν αὐτοῖς ἐπιμελητὴν καὶ ἁρμοστὴν Ἱερώνυμον τὸν ἱστορικόν, ἔδοξεν ἠπίως κεχρῆσθαι, καὶ μάλιστα διὰ Πίσιν. ἑλὼν γὰρ αὐτὸν οὐδὲν κακὸν ἐποίησεν, ἀλλὰ καὶ προσαγορεύσας καὶ φιλοφρονηθεὶς πολέμαρχον ἐν Θεσπιαῖς ἀπέδειξεν.