Ancient Greek
Chapter 39
Plutarch, Δημήτριος 39.3
Not analysed yet
οὐ πολλῷ δὲ ὕστερον ἁλίσκεται Λυσίμαχος ὑπὸ Δρομιχαίτοῦ· καὶ πρὸς τοῦτο Δημητρίου κατὰ τάχος ἐξορμήσαντος ἐπὶ Θρᾴκην, ὥσπερ ἔρημα καταληψομένου, πάλιν ἀπέστησαν οἱ Βοιωτοί, καὶ Λυσίμαχος ἅμα διειμένος ἀπηγγέλλετο. ταχέως οὖν καὶ πρὸς ὀργὴν ἀναστρέψας ὁ Δημήτριος εὗρεν ἡττημένους ὑπὸ τοῦ παιδὸς Ἀντιγόνου μάχῃ τοὺς Βοιωτούς, καὶ τὰς Θήβας αὖθις ἐπολιόρκει.