Ancient Greek · ~2 min
Chapter 44
Plutarch, Δημήτριος 44.5
Not analysed yet
ὡς γὰρ ἐγγὺς ἐλθὼν τῷ Πύρρῳ παρεστρατοπέδευσεν, ἀεὶ μὲν αὐτοῦ τὴν ἐν τοῖς ὅπλοις λαμπρότητα θαυμάζοντες, ἔκ τε τοῦ παλαιοτάτου καὶ βασιλικώτατον εἰθισμένοι νομίζειν τὸν ἐν τοῖς ὅπλοις κράτιστον, τότε δὲ καὶ πρᾴως κεχρῆσθαι τοῖς ἁλισκομένοις πυνθανόμενοι, πάντως δὲ καὶ πρὸς ἕτερον καὶ πρὸς τοῦτον ἀπαλλαγῆναι τοῦ Δημητρίου ζητοῦντες, ἀπεχώρουν λάθρα καὶ κατʼ ὀλίγους τό γε πρῶτον, εἶτα φανερῶς ἅπαν εἶχε κίνησιν καὶ ταραχὴν τὸ στρατόπεδον,