Ancient Greek
44.6 to 44.7
Plutarch, Δημήτριος 44.6-7
Not analysed yet
τέλος δὲ τῷ Δημητρίῳ τολμήσαντές τινες προσελθεῖν ἐκέλευον ἀπιέναι καὶ σώζειν αὑτόν· ἀπειρηκέναι γὰρ ἤδη Μακεδόνας ὑπὲρ τῆς ἐκείνου τρυφῆς πολεμοῦντας. οὗτοι μετριώτατοι τῶν λόγων ἐφαίνοντο τῷ Δημητρίῳ πρὸς τὴν τῶν ἄλλων τραχύτητα· καὶ παρελθὼν ἐπὶ σκηνήν, ὥσπερ οὐ βασιλεύς, ἀλλʼ ὑποκριτής, μεταμφιέννυται χλαμύδα φαιὰν ἀντὶ τῆς τραγικῆς ἐκείνης, καὶ διαλαθὼν ὑπεχώρησεν. ὁρμησάντων δὲ τῶν πλείστων εὐθὺς ἐφʼ ἁρπαγὴν καὶ πρὸς ἀλλήλους διαμαχομένων καὶ τὴν σκηνὴν διασπώντων, ἐπιφανεὶς ὁ Πύρρος ἐκράτησεν αὐτοβοεὶ καὶ κατέσχε τὸ στρατόπεδον. καὶ γίνεται πρὸς Λυσίμαχον αὐτῷ συμπάσης Μακεδονίας νέμησις, ἑπταετίαν ὑπὸ Δημητρίου βεβαίως ἀρχθείσης.