Ancient Greek · ~2 min
Chapter 9
Plutarch, Δημήτριος 9.1
Not analysed yet
ἀναρρηθέντων δὲ τούτων οἱ μὲν πολλοὶ παραχρῆμα τὰς ἀσπίδας θέμενοι πρὸ τῶν ποδῶν ἀνεκρότησαν καὶ βοῶντες ἐκέλευον ἀποβαίνειν τὸν Δημήτριον, εὐεργέτην καὶ σωτῆρα προσαγορεύοντες· οἱ δὲ περὶ τὸν Φαληρέα πάντως μὲν ᾤοντο δεῖν δέχεσθαι τὸν κρατοῦντα, κἂν μηδὲν ὧν ἐπαγγέλλεται μέλλῃ βεβαιοῦν, ὅμως δὲ πρέσβεις δεομένους ἀπέστειλαν, οἷς ὁ Δημήτριος ἐντυχὼν φιλανθρώπως συνέπεμψε παρʼ ἑαυτοῦ τῶν πατρῴων φίλων τὸν Μιλήσιον Ἀριστόδημον.