Ancient Greek
Chapter 9
Plutarch, Δημήτριος 9.2
Not analysed yet
τοῦ δὲ Φαληρέως διὰ τὴν μεταβολὴν τῆς πολιτείας μᾶλλον τοὺς πολίτας ἢ τοὺς πολεμίους δεδοικότος, οὐκ ἠμέλησεν ὁ Δημήτριος, ἀλλὰ καὶ τὴν δόξαν αἰδεσθεὶς καὶ τὴν ἀρετὴν τοῦ ἀνδρὸς εἰς Θήβας αὐτόν, ὥσπερ ἐβούλετο, μετὰ ἀσφαλείας συνεξέπεμψεν. αὐτὸς δὲ τὴν μὲν πόλιν, οὐκ ἂν ἔφη, καίπερ ἐπιθυμῶν, ἰδεῖν πρότερον ἢ παντάπασιν ἐλευθερῶσαι τῆς φρουρᾶς ἀπαλλάξας· τῇ δὲ Μουνυχίᾳ χαράκωμα καὶ τάφρον περιβαλὼν διὰ μέσου, Μεγάροις ἐπέπλευσεν ὑπὸ Κασάνδρου φρουρουμένοις.