Ancient Greek · ~2 min
9.3 to 9.4
Plutarch, Δημήτριος 9.3-4
Not analysed yet
πυθόμενος δὲ τὴν Ἀλεξάνδρου τοῦ Πολυπέρχοντος γενομένην γυναῖκα Κρατησίπολιν ἐν Πάτραις διατρίβουσαν οὐκ ἂν ἀηδῶς γενέσθαι μετʼ αὐτοῦ, περιβόητον οὖσαν ἐπὶ κάλλει, καταλιπὼν τὴν δύναμιν ἐν τῇ Μεγαρικῇ προῆλθεν εὐζώνους τινὰς ἔχων σὺν αὑτῷ. καὶ τούτων πάλιν ἀποστρέψας ἀπεσκήνωσε χωρὶς ὑπὲρ τοῦ λαθεῖν τὴν γυναῖκα συνελθοῦσαν αὐτῷ. τοῦτό τινες αἰσθόμενοι τῶν πολεμίων ἐξαίφνης κατέδραμον ἐπʼ αὐτόν. ὁ δὲ φοβηθεὶς καὶ λαβὼν χλαμύδιον εὐτελὲς δρόμῳ φεύγων ἐξέφυγεν, ὀλίγου δεήσας αἰσχίστην ἅλωσιν ἐξ ἀκρασίας ἁλῶναι. τὴν δὲ σκηνὴν μετὰ τῶν χρημάτων ᾤχοντο λαβόντες οἱ πολέμιοι.