Ancient Greek · ~2 min
26.1 to 26.2
Plutarch, Δημοσθένης 26.1-2
Not analysed yet
ὁ δὲ Δημοσθένης ὁμόσε χωρῶν εἰσήνεγκε ψήφισμα τὴν ἐξ Ἀρείου πάγου βουλὴν ἐξετάσαι τὸ πρᾶγμα καὶ τοὺς ἐκείνῃ δόξαντας ἀδικεῖν δοῦναι δίκην. ἐν δὲ πρώτοις αὐτοῦ τῆς βουλῆς ἐκείνου καταψηφισαμένης, εἰσῆλθε μὲν εἰς τὸ δικαστήριον, ὀφλὼν δὲ πεντήκοντα ταλάντων δίκην καὶ παραδοθεὶς εἰς τὸ δεσμωτήριον, αἰσχύνῃ τῆς αἰτίας φησὶ καὶ διʼ ἀσθένειαν τοῦ σώματος οὐ δυναμένου φέρειν τὸν εἱργμὸν ἀποδρᾶναι τοὺς μὲν λαθόντα, τῶν δὲ λαθεῖν ἐξουσίαν δόντων. λέγεται γοῦν ὡς οὐ μακρὰν τοῦ ἄστεος φεύγων αἴσθοιτό τινας τῶν διαφόρων αὐτῷ πολιτῶν ἐπιδιώκοντας, καὶ βούλοιτο μὲν αὑτὸν ἀποκρύπτειν,