Ancient Greek · ~2 min
Chapter 26
Plutarch, Δημοσθένης 26.3
Not analysed yet
ὡς δʼ ἐκεῖνοι φθεγξάμενοι τοὔνομα καὶ προσελθόντες ἐγγὺς ἐδέοντο λαβεῖν ἐφόδια παρʼ αὐτῶν, ἐπʼ αὐτὸ τοῦτο κομίζοντες ἀργύριον οἴκοθεν καὶ τούτου χάριν ἐπιδιώξαντες αὐτόν, ἅμα δὲ θαρρεῖν παρεκάλουν καὶ μὴ φέρειν ἀνιαρῶς τὸ συμβεβηκός, ἔτι μᾶλλον ἀνακλαύσασθαι τὸν Δημοσθένην καὶ εἰπεῖν πῶς δʼ οὐ μέλλω φέρειν βαρέως ἀπολειπὼν πόλιν ἐχθροὺς τοιούτους ἔχουσαν οἵους ἐν ἑτέρᾳ, φίλους εὑρεῖν οὐ ῥᾴδιόν ἐστιν;