Ancient Greek · ~2 min
Section 2
Plutarch, Ἐπιτομὴ τοῦ περὶ τῆς ἐν τῷ Τιμαίῳ ψυχογονίας 2
Not analysed yet
λέγει δὲ τὴν ὕλην διαμορφωθῆναι ὑπὸ τῆς ψυχῆς καὶ δίδωσι μὲν τῷ παντὶ ψυχήν, δίδωσι δὲ καὶ ἑκάστῳ ζῴῳ τὴν διοικοῦσαν αὐτό, καὶ πῆ μὲν ἀγένητον εἰσάγει ταύτην πῆ δὲ γενέσει δουλεύουσαν ἀίδιον δὲ τὴν ὕλην καὶ ὑπὸ τοῦ θείου διὰ τῆς ψυχῆς μορφωθῆναι· καὶ τὴν κακίαν δὲ βλάστημα τῆς ὕλης γεγονέναι, ἵνα μή, φησί, τὸ θεῖον αἴτιον τῶν κακῶν νομισθείη.