Ancient Greek · ~1 min
Chapter 1
Plutarch, Εὐμένης 1.1
Not analysed yet
εὐμενῆ δὲ τὸν Καρδιανὸν ἱστορεῖ Δοῦρις πατρὸς μὲν ἁμαξεύοντος ἐν Χερρονήσῳ διὰ πενίαν γενέσθαι, τραφῆναι δὲ ἐλευθερίως ἐν γράμμασι καὶ περὶ παλαίστραν· ἔτι δὲ παιδὸς ὄντος αὐτοῦ Φίλιππον παρεπιδημοῦντα καὶ σχολὴν ἄγοντα τὰ τῶν Καρδιανῶν θεάσασθαι παγκράτια μειρακίων καὶ παλαίσματα παίδων, ἐν οἷς εὐημερήσαντα τὸν Εὐμενῆ καὶ φανέντα συνετὸν καὶ ἀνδρεῖον ἀρέσαι τῷ Φιλίππῳ καὶ ἀναληφθῆναι.