Ancient Greek · ~2 min
Chapter 1
Plutarch, Εὐμένης 1.2
Not analysed yet
δοκοῦσι δὲ εἰκότα λέγειν μᾶλλον οἱ διὰ ξενίαν καὶ φιλίαν πατρῴαν τὸν Εὐμενῆ λέγοντες ὑπὸ τοῦ Φιλίππου προαχθῆναι. μετὰ δὲ τὴν ἐκείνου τελευτὴν οὔτε συνέσει τινὸς οὔτε πίστει λείπεσθαι δοκῶν τῶν περὶ Ἀλέξανδρον ἐκαλεῖτο μὲν ἀρχιγραμματεύς, τιμῆς δὲ ὥσπερ οἱ μάλιστα φίλοι καὶ συνήθεις ἐτύγχανεν, ὥστε καὶ στρατηγὸς ἀποσταλῆναι κατὰ τὴν Ἰνδικὴν ἐφʼ ἑαυτοῦ μετὰ δυνάμεως, καὶ τὴν Περδίκκου παραλαβεῖν ἱππαρχίαν, ὅτε Περδίκκας, ἀποθανόντος Ἡφαιστίωνος, εἰς τὴν ἐκείνου προῆλθε τάξιν.