Ancient Greek · ~2 min
15.1 to 15.2
Plutarch, Εὐμένης 15.1-2
Not analysed yet
Ἀντίγονος δὲ παρὰ τῶν ἁλισκομένων ἀκούων τὸν Εὐμενῆ νοσεῖν καὶ κομίζεσθαι κακῶς διακείμενον, οὐ μέγα ἔργον ἡγεῖτο συντρῖψαι τοὺς ἄλλους ἐκείνου νοσοῦντος. διὸ καὶ σπεύδων ἐπὶ τὴν μάχην προσῆγεν. ὡς δὲ τῶν πολεμίων εἰς τάξιν καθισταμένων παρελάσας κατεῖδε τὸ σχῆμα καὶ τὴν διακόσμησιν, ἐκπλαγεὶς ἐπέστη πλείω χρόνον εἶτα ὤφθη τὸ φορεῖον ἀπὸ θατέρου κέρως ἐπὶ θάτερον διαφερόμενον. γελάσας οὖν ὁ Ἀντίγονος, ὥσπερ εἰώθει, μέγα, καὶ πρὸς τοὺς φίλους εἰπὼν, τοῦτο ἦν τὸ φορεῖον, ὡς ἔοικε, τὸ ἀντιπαραταττόμενον ἡμῖν, εὐθὺς ἀπῆγε τὴν δύναμιν ὀπίσω καὶ κατεστρατοπέδευσεν.